Now you can have a go at reading a  piece of Greek prose all by yourself, jumping the gun, as it were. I have added a vocabulary, to be found by clicking.

 

 

Ὁ τοῦ Ζαριάδρου καὶ Ὀδάτεως ἔρως.

 

Ὁ Ζαριάδρης, ὃς ἐν τῇ αὑτοῦ χώρᾳ λέγεται ἐξ Ἀφροδίτης καὶ Ἀδώνιδος γεννηθῆναι, ἐκυρίευσεν τῆς ὑπεράνω Κασπίων πυλῶν χώρας μέχρι τοῦ Τανάιδος. Τῷ δ΄ ἐπέκεινα τοῦ Τανάιδος  Μαραθῶν βασιλεῖ, ὄνομα Ὁμάρτῃ, θυγάτηρ ἦν ὄνομα Ὀδάτις.

Ταύτης δὲ πέρι ἐν ταῖς ἱστορίαις γέγραπται, ὡς μὲν κατὰ τὸν ὕπνον ἰδοῦσα τούτον τὸν Ζαριάδρην ἐρασθείη, τὸ δ΄ αὐτὸ τοῦτο κἀκείνῳ πάθος συμπεσεῖν πρὸς αὐτήν. Διετέλουν οὖν ἀλλήλων ἐπιθυμοῦντες διὰ τὴν κατὰ τὸν ὕπνον φαντασίαν. Ἦν δὲ ἡ Ὀδάτις καλλίστη τῶν τῆς Ἀσίας γυναικῶν, ἀλλα καὶ ὁ Ζαριάδρης υἱὸς ὤν τῶν γονέων τῶν λεχθέντων ἦν καλός.  Πέμποντος οὖν τοῦ Ζαριάδρου πρὸς τὸν Ὁμάρτην καὶ φιλοτιμουμένου γῆμαι τὴν ἄνθρωπον, οὐ συνετίθετο ὁ Ὁμάρτης διά τὸ εἶναι ἀρρένων παίδων ἔρημος· ἤθελεν οὖν αὐτὴν ἐκδοῦναι ἑνὶ τῶν περὶ αὑτοῦ οἰκείων.

Οὐκ ἄρα ὀκνήσας συναγαγὼν τοὺς ἐκ τῆς βασιλείας δυνάστας τε καὶ φίλους καὶ συγγενεῖς  ἐποιεῖτο τοὺς γάμους, οὐ προειπὼν ὅτῳ μέλλοι διδόναι τὴν θυγάτερα. Ἀκμαζούσης οὖν τὴς μέθης εἰσκαλέσας τὴν Ὀδάτιν  ὁ πατὴρ εἰς τὸ συμπόσιον εἶπεν ἀκουόντων τῶν συνδείπνων· Ἡμεῖς, ὦ θύγατερ Ὀδάτι, νῦν ποιούμεθα τοὺς σοὺς γάμους. Περιβλέψασα οὖν ἀκριβῶς καὶ θεωρήσασα πάντας λαβὲ χρυσῆν φιάλην καὶ πληρώσασα δὸς ᾧ θέλεις γαμηθῆναι. Τούτου γὰρ κεκλήσῃ γυνή. Κἀκείνη περιβλέπων ἐδάκρυσε διότι τὸν κατὰ τὸν ὕπνον ὀφθέντα ἐπόθει. Καὶ “Τῷ οὐ πάροντι” ἀποκρίναμένη τῷ πατρὶ “γῆμασθαι βουλοίμην ἂν. “ δακρύουσα ἀπέδραμεν.

Ὁ δὲ Ζαριάδρης, ὅς ἅμα τῇ μνηστείᾳ ἐπὶ τοῦ Τανάιδος ἐστρατοπέδευτο, ἀκούσας τὰ γιγνόμενα διέβη μετὰ μόνου τοῦ ἁρματηλάτου καὶ ὁρμήσας ἐπὶ τοῦ ἅρματος διὰ γῆς πολλῆς ἀφίκετο τὴν κώμην ἐν ᾗ τοὺς γάμους συνετέλουν καὶ καταλιπὼν ἔν τινι τόπῳ αὐτῷ τῷ ἅρματι τὸν ἁρματηλάτην προῆγεν ἐνδεδυκὼς στολὴν Σκυθικήν. Καὶ παρελθὼν τε εἰς τὴν αὐλὴν και ἰδὼν τὴν Ὀδάτιν ἑστηκυῖαν πρὸ τοῦ κυλικείου καὶ δακρύουσαν κιρνᾶσάν τε βραδέως τὴν φιάλην εἶπεν πλησίον στὰς παρ᾿ αὐτήν· ʺὮ Ὀδάτι, πάρειμι δὴ σοι καθάπερ ἠξίωσας, ἐγὼ Ζαριάδρης. ʺ

Ἡ δὲ κατανοήσασα ξένον ἄνδρα, καλὸν καὶ ὅμοιον τῷ κατὰ τὸν ὕπνον ἑωραμένῳ, περιχάρης γενομένη δίδωσιν αὐτῳ τὴν φιάλην· καὶ ὃς ἁρπάσας αὐτὴν ἀπήγαγεν ἐπὶ τὸ ἅρμα καὶ ἔφυγεν ἔχων τὴν Ὀδάτιν. Οἱ δὲ παίδες καὶ αἱ θεράπαιναι συνειδυῖαι τὸν ἔρωτα κατεσιώπησαν καὶ κελεύοντος τοῦ πατρὸς λαλεῖν οὐδὲ στρεβλούμενοι ἔφασαν εἰδέναι ὅποι πεπόρευται.

Μνημονεύεται δὲ ὁ ἔρως οὗτος παρὰ τοῖς τὴν Ἀσίαν οἰκοῦσιν βαρβάροις καὶ περισσῶς ἐστι ζηλωτός, καὶ τὸν μῦθον τοῦτον ζωγραφοῦσιν ἐν τοῖς τε ἱεροῖς καὶ τοῖς βασιλείοις , ἔτι δὲ ταῖς ἰδιωτικαῖς οἰκίαις, καὶ ταῖς ἑαυτῶν θυγατράσιν οἱ πολλοὶ τῶν δυναστῶν ὄνομα τίθενται Ὀδάτιν.

 

 morphemes    noun morphology    verb morphology    vocabulary